Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.22 Dem. 23.25 (English) >>Dem. 23.28

23.24θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν πλείστης ἂν τυγχάνοι τιμῆς, δʼ οὐδʼ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδʼ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίνʼ οὖν ἐστι ταῦτα; νυνὶ γέγραφʼ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳτὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐν προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.” 23.25καὶ προσειπὼν θεὶς τὸν νόμονἐὰν ἀποκτείνῃ,” κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότʼ εἴρηκεν, καλῶς, ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. πῶς; οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτʼ ἐστὶν ἀνδροφόνος. τὸ μὲν δὴ τὰ τοιαῦτʼ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δʼ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν· τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δʼ οὔ. 23.26καὶ ἔτι πρὸς τούτῳ διελογίζετο, ὅτι πάντα τὰ τοιαῦτʼ ὀνόματα, οἷον ἐάν τις ἀποκτείνῃ, ἐάν τις ἱεροσυλήσῃ, ἐάν τις προδῷ, καὶ τὰ τοιαῦτα πάντα πρὸ μὲν τοῦ κρίσιν γενέσθαι αἰτιῶν ὀνόματʼ ἐστίν, ἐπειδὰν δὲ κριθείς τις ἐξελεγχθῇ, τηνικαῦτʼ ἀδικήματα γίγνεται. οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν. καὶ διὰ ταῦτα, ἄν τις ἀποκτείνῃ τινά, τὴν βουλὴν δικάζειν ἔγραψεν, καὶ οὐχ ἅπερ, ἂν ἁλῷ, παθεῖν εἶπεν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.22 Dem. 23.25 (English) >>Dem. 23.28

Powered by PhiloLogic